ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:1-28
SBL Greek New Testament
20 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2 [a]συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3 καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· 4 καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν· 5 οἱ δὲ ἀπῆλθον. [b]πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. 6 περὶ δὲ τὴν [c]ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους [d]ἑστῶτας, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; 7 λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν [e]ἀμπελῶνα. 8 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος [f]αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 9 [g]καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 [h]καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι [i]πλεῖον λήμψονται· καὶ ἔλαβον [j]τὸ ἀνὰ δηνάριον καὶ αὐτοί. 11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου 12 [k]λέγοντες· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους [l]αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13 ὁ δὲ ἀποκριθεὶς [m]ἑνὶ αὐτῶν εἶπεν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 15 [n]οὐκ ἔξεστίν μοι [o]ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; [p]ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; 16 οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι [q]ἔσχατοι.
17 [r]Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [s]μαθητὰς κατ’ ἰδίαν, [t]καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς· 18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ [u]ἐγερθήσεται.
20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι [v]παρ’ αὐτοῦ. 21 ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν [w]σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. 22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω [x]πίνειν; λέγουσιν αὐτῷ· Δυνάμεθα. 23 [y]λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου [z]πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ [aa]εὐωνύμων οὐκ ἔστιν [ab]ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26 οὐχ οὕτως [ac]ἔσται ἐν ὑμῖν· ἀλλ’ ὃς [ad]ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, 27 καὶ ὃς [ae]ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος [af]ἔσται ὑμῶν δοῦλος· 28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:2 συμφωνήσας δὲ WH Treg NIV ] Καὶ συμφωνήσας RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:5 πάλιν NIV RP ] + δὲ WH Treg NA
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:6 ἑνδεκάτην WH Treg NIV ] + ὥραν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:6 ἑστῶτας WH Treg NIV ] + ἀργούς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:7 ἀμπελῶνα WH Treg NIV ] + καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:8 αὐτοῖς Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:9 καὶ ἐλθόντες Treg NIV RP ] ἐλθόντες δὲ WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 καὶ ἐλθόντες WH Treg NIV ] Ἐλθόντες δὲ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 πλεῖον WH Treg NIV ] πλεῖονα RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 τὸ ἀνὰ δηνάριον καὶ αὐτοί WH Treg NIV ] καὶ αὐτοὶ ἀνὰ δηνάριον RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:12 λέγοντες WH Treg NIV ] + ὅτι RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:12 αὐτοὺς ἡμῖν WH ] ἡμῖν αὐτοὺς Treg NIV RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:13 ἑνὶ αὐτῶν εἶπεν WH NIV ] εἶπεν ἑνὶ αὐτῶν Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 οὐκ WH Treg NIV ] Ἢ οὐκ RP NA
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 ὃ θέλω ποιῆσαι WH Treg NIV ] ποιῆσαι ὃ θέλω RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 ἢ WH Treg NIV ] Εἰ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:16 ἔσχατοι WH NIV ] + πολλοὶ γὰρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 Καὶ ἀναβαίνων ὁ Treg NIV RP ] Μέλλων δὲ ἀναβαίνειν WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 μαθητὰς WH NIV RP ] – Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 καὶ ἐν τῇ ὁδῷ WH Treg NA ] ἐν τῇ ὁδῷ καὶ RP; καὶ NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:19 ἐγερθήσεται WH Treg NIV ] ἀναστήσεται RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:20 παρ᾽ RP ] ἀπ᾽ WH Treg NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:21 σου Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:22 πίνειν WH Treg NIV ] + ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 λέγει WH Treg NIV ] Καὶ λέγει RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 πίεσθε WH Treg NIV ] + καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 εὐωνύμων WH Treg NIV ] + μου RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 ἐμὸν WH Treg NIV RP ] + τοῦτο WHmarg NA
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:26 ἔσται NIV ] δέ ἔσται RP; ἐστὶν WH Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:26 ἂν WH Treg ] ἐὰν NIV RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:27 ἂν WH Treg NIV ] ἐὰν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:27 ἔσται WH Treg NIV ] ἔστω RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software